ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ