<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="823">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="824"><milestone ed="P" unit="para"/>οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης</l><l n="825">ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο</l><l n="826">Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="827">Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.</l><l n="828"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ</l><l n="829">καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,</l><l n="830">τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ</l><l n="831">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="832">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="833">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="834">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l></div></div></body></text></TEI>