τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.