<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="809">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς</l><l n="810">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="811"><milestone ed="P" unit="para"/>ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη</l><l n="812">ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,</l><l n="813">τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,</l><l n="814">ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·</l><l n="815">ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.</l><l n="816"><milestone ed="P" unit="para"/>Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="817">Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l><l n="818">λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.</l><milestone ed="p" n="819" unit="card"/><l n="819"><milestone ed="P" unit="para"/>Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="820">Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη</l><l n="821">Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,</l><l n="822">οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="823">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="824"><milestone ed="P" unit="para"/>οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης</l><l n="825">ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο</l><l n="826">Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="827">Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.</l><l n="828"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ</l><l n="829">καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,</l><l n="830">τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ</l><l n="831">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="832">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="833">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="834">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="835"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο</l><l n="836">καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,</l><l n="837">τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,</l><l n="838">Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="839">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="840"><milestone ed="P" unit="para"/>Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων</l><l n="841">τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·</l><l n="842">τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,</l><l n="843">υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.</l><l n="844"><milestone ed="P" unit="para"/>αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως</l><l n="845">ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.</l><l n="846"><milestone ed="P" unit="para"/>Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων</l><l n="847">υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.</l><l n="848"><milestone ed="P" unit="para"/>αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους</l><l n="849">τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,</l></div></div></body></text></TEI>