<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="80">εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε</l><l n="81">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="82">νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·</l><l n="83">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,</l><l n="85">οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν</l><l n="86">σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.</l><l n="87">ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων</l><l n="88">πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,</l><l n="89">βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="90">αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·</l><l n="91">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="92">ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο</l><l n="93">ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει</l><l n="94">ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.</l><l n="95">τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα</l><l n="96">λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας</l><l n="97">κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς</l><l n="98">σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.</l><l n="99">σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας</l><l n="100">παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="101">ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.</l><l n="102">Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,</l><l n="103">αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·</l><l n="104">Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,</l><l n="105">αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,</l><l n="106">Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,</l><l n="107">αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,</l><l n="108">πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.</l><milestone ed="p" n="109" unit="card"/><l n="109">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="110">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="111">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,</l><l n="112">σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="113">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="114">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="115">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="116">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="117">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="118">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="119">αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι</l><l n="120">μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν</l><l n="121">ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="122">ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·</l><l n="123">εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε</l><l n="124">ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,</l><l n="125">Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,</l></q></div></div></body></text></TEI>