<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="799">ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·</l><l n="800">λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν</l><l n="801">ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.</l><l n="802">Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·</l><l n="803">πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,</l><l n="804">ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·</l><l n="805">τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,</l><l n="806">τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.</l></q><l n="807"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,</l><l n="808">αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·</l><l n="809">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς</l><l n="810">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="811"><milestone ed="P" unit="para"/>ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη</l><l n="812">ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,</l><l n="813">τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,</l><l n="814">ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·</l><l n="815">ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.</l><l n="816"><milestone ed="P" unit="para"/>Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="817">Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l><l n="818">λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.</l><milestone ed="p" n="819" unit="card"/><l n="819"><milestone ed="P" unit="para"/>Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="820">Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη</l><l n="821">Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,</l><l n="822">οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="823">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="824"><milestone ed="P" unit="para"/>οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης</l><l n="825">ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο</l><l n="826">Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="827">Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.</l><l n="828"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ</l><l n="829">καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,</l><l n="830">τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ</l><l n="831">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="832">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="833">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="834">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="835"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο</l><l n="836">καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,</l><l n="837">τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,</l><l n="838">Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="839">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="840"><milestone ed="P" unit="para"/>Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων</l><l n="841">τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·</l><l n="842">τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,</l><l n="843">υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.</l><l n="844"><milestone ed="P" unit="para"/>αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως</l><l n="845">ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.</l><l n="846"><milestone ed="P" unit="para"/>Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων</l><l n="847">υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.</l><l n="848"><milestone ed="P" unit="para"/>αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους</l><l n="849">τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,</l><l n="850">Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.</l><l n="851"><milestone ed="P" unit="para"/>Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ</l><l n="852">ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,</l><l n="853">οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο</l><l n="854">ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον</l><l n="855">Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.</l><l n="856"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="857">τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.</l><milestone ed="p" n="858" unit="card"/><l n="858"><milestone ed="P" unit="para"/>Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·</l><l n="859">ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,</l><l n="860">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="861">ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.</l><l n="862"><milestone ed="P" unit="para"/>Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς</l><l n="863">τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.</l><l n="864"><milestone ed="P" unit="para"/>Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην</l><l n="865">υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,</l><l n="866">οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.</l><l n="867"><milestone ed="P" unit="para"/>Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,</l><l n="868">οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον</l><l n="869">Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·</l><l n="870">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,</l><l n="871">Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,</l><l n="872">ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη</l><l n="873">νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,</l><l n="874">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="875">ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.</l><l n="876"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων</l><l n="877">τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.</l></div><div type="textpart" subtype="Book" n="3"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,</l><l n="2">Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς</l><l n="3">ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·</l><l n="4">αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον</l><l n="5">κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων</l><l n="6">ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·</l><l n="7">ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.</l><l n="8">οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ</l><l n="9">ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.</l><l n="10"><milestone ed="P" unit="para"/>εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην</l><l n="11">ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,</l></div></div></body></text></TEI>