ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·