ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,