ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.