<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="787">πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·</l><l n="788">οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι</l><l n="789">πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·</l><l n="790">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><l n="791">εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,</l><l n="792">ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς</l><l n="793">τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,</l><l n="794">δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·</l><l n="795">τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="796">ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,</l><l n="797">ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.</l><l n="798">ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,</l></q></div></div></body></text></TEI>