εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·