οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·