<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="775">τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος</l><l n="776">λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον</l><l n="777">ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων</l><l n="778">ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες</l><l n="779">φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.</l><milestone ed="p" n="780" unit="card"/><l n="780"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·</l><l n="781">γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ</l><l n="782">χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ</l><l n="783">εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·</l><l n="784">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα</l><l n="785">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="786"><milestone ed="P" unit="para"/>Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις</l><l n="787">πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·</l><l n="788">οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι</l><l n="789">πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·</l><l n="790">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><l n="791">εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,</l><l n="792">ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς</l><l n="793">τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,</l><l n="794">δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·</l><l n="795">τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="796">ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,</l><l n="797">ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.</l><l n="798">ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,</l><l n="799">ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·</l><l n="800">λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν</l><l n="801">ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.</l><l n="802">Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·</l><l n="803">πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,</l><l n="804">ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·</l><l n="805">τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,</l><l n="806">τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.</l></q><l n="807"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,</l><l n="808">αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·</l><l n="809">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς</l><l n="810">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="811"><milestone ed="P" unit="para"/>ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη</l><l n="812">ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,</l><l n="813">τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,</l><l n="814">ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·</l><l n="815">ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.</l><l n="816"><milestone ed="P" unit="para"/>Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="817">Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l></div></div></body></text></TEI>