<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="775">τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος</l><l n="776">λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον</l><l n="777">ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων</l><l n="778">ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες</l><l n="779">φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.</l><milestone ed="p" n="780" unit="card"/><l n="780"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·</l><l n="781">γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ</l><l n="782">χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ</l><l n="783">εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·</l><l n="784">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα</l><l n="785">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="786"><milestone ed="P" unit="para"/>Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις</l></div></div></body></text></TEI>