<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="763"><milestone ed="P" unit="para"/>ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,</l><l n="764">τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς</l><l n="765">ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·</l><l n="766">τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="767">ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.</l><l n="768">ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας</l><l n="769">ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,</l><l n="770">ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.</l><l n="771">ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι</l><l n="772">κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="773">Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης</l><l n="774">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l></div></div></body></text></TEI>