ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.