τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο· πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.