οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.