Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·