ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο