<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="734"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,</l><l n="735">οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,</l><l n="736">τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="737">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="738"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,</l><l n="739">Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,</l><l n="740">τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης</l><l n="741">υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·</l><l n="742">τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια</l><l n="743">ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,</l><l n="744">τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·</l><l n="745">οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος</l><l n="746">υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·</l></div></div></body></text></TEI>