οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν, τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·