<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="725">Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.</l><l n="726">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="727">ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,</l><l n="728">τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.</l><l n="729"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,</l><l n="730">οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,</l><l n="731">τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε</l><l n="732">ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·</l><l n="733">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><milestone ed="p" n="734" unit="card"/><l n="734"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,</l><l n="735">οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,</l><l n="736">τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="737">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="738"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,</l><l n="739">Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,</l><l n="740">τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης</l><l n="741">υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·</l><l n="742">τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια</l><l n="743">ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,</l><l n="744">τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·</l><l n="745">οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος</l><l n="746">υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·</l></div></div></body></text></TEI>