καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.