<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="715">Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.</l><l n="716"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο</l><l n="717">καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,</l><l n="718">τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς</l><l n="719">ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα</l><l n="720">ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.</l><l n="721">ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων</l><l n="722">Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν</l><l n="723">ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·</l><l n="724">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον</l><l n="725">Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.</l><l n="726">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l></div></div></body></text></TEI>