Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων