Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.