οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο