<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="709">δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·</l><l n="710">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="711"><milestone ed="P" unit="para"/>οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην</l><l n="712">Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,</l><l n="713">τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν</l><l n="714">Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν</l><l n="715">Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.</l><l n="716"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο</l><l n="717">καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,</l><l n="718">τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς</l><l n="719">ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα</l><l n="720">ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.</l><l n="721">ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων</l><l n="722">Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν</l><l n="723">ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·</l><l n="724">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον</l><l n="725">Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.</l><l n="726">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="727">ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,</l><l n="728">τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.</l><l n="729"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,</l><l n="730">οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,</l><l n="731">τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε</l><l n="732">ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·</l><l n="733">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><milestone ed="p" n="734" unit="card"/><l n="734"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,</l><l n="735">οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,</l><l n="736">τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="737">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="738"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,</l><l n="739">Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,</l><l n="740">τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης</l><l n="741">υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·</l><l n="742">τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια</l><l n="743">ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,</l><l n="744">τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·</l><l n="745">οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος</l><l n="746">υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·</l><l n="747">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="748"><milestone ed="P" unit="para"/>Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·</l><l n="749">τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ</l><l n="750">οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,</l><l n="751">οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο</l><l n="752">ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,</l><l n="753">οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,</l><l n="754">ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·</l><l n="755">ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.</l><l n="756"><milestone ed="P" unit="para"/>Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,</l><l n="757">οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον</l><l n="758">ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,</l><l n="759">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="760"><milestone ed="P" unit="para"/>οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="761">τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα</l><l n="762">αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.</l><l n="763"><milestone ed="P" unit="para"/>ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,</l><l n="764">τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς</l><l n="765">ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·</l><l n="766">τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="767">ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.</l><l n="768">ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας</l><l n="769">ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,</l><l n="770">ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.</l><l n="771">ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι</l><l n="772">κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="773">Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης</l><l n="774">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l><l n="775">τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος</l><l n="776">λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον</l><l n="777">ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων</l><l n="778">ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες</l><l n="779">φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.</l><milestone ed="p" n="780" unit="card"/><l n="780"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·</l><l n="781">γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ</l><l n="782">χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ</l><l n="783">εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·</l><l n="784">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα</l><l n="785">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="786"><milestone ed="P" unit="para"/>Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις</l><l n="787">πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·</l><l n="788">οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι</l><l n="789">πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·</l><l n="790">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><l n="791">εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,</l><l n="792">ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς</l><l n="793">τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,</l><l n="794">δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·</l><l n="795">τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="796">ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,</l><l n="797">ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.</l><l n="798">ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,</l></q></div></div></body></text></TEI>