δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν, τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,