αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,