<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="703">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="704">ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος</l><l n="705">Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο</l><l n="706">αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου</l><l n="707">ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων</l><l n="708">ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ</l><l n="709">δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·</l><l n="710">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="711"><milestone ed="P" unit="para"/>οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην</l><l n="712">Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,</l><l n="713">τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν</l><l n="714">Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν</l><l n="715">Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.</l><l n="716"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο</l><l n="717">καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,</l><l n="718">τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς</l><l n="719">ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα</l><l n="720">ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.</l><l n="721">ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων</l><l n="722">Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν</l><l n="723">ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·</l><l n="724">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον</l><l n="725">Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.</l><l n="703">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="727">ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,</l><l n="728">τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.</l><l n="729"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,</l><l n="730">οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,</l><l n="731">τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε</l><l n="732">ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·</l><l n="733">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><milestone ed="p" n="734" unit="card"/><l n="734"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,</l><l n="735">οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,</l><l n="736">τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="737">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="738"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,</l><l n="739">Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,</l><l n="740">τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης</l><l n="741">υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·</l><l n="742">τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια</l><l n="743">ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,</l><l n="744">τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·</l><l n="745">οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος</l><l n="746">υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·</l><l n="747">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="748"><milestone ed="P" unit="para"/>Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·</l><l n="749">τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ</l><l n="750">οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,</l><l n="751">οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο</l><l n="752">ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,</l><l n="753">οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,</l><l n="754">ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·</l><l n="755">ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.</l><l n="756"><milestone ed="P" unit="para"/>Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,</l><l n="757">οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον</l><l n="758">ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,</l><l n="759">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="760"><milestone ed="P" unit="para"/>οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="761">τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα</l><l n="762">αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.</l><l n="763"><milestone ed="P" unit="para"/>ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,</l><l n="764">τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς</l><l n="765">ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·</l><l n="766">τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="767">ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.</l><l n="768">ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας</l><l n="769">ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,</l><l n="770">ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.</l><l n="771">ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι</l><l n="772">κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="773">Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης</l><l n="774">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες</l><l n="775">τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος</l><l n="776">λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον</l><l n="777">ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων</l><l n="778">ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες</l><l n="779">φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.</l><milestone ed="p" n="780" unit="card"/><l n="780"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·</l><l n="781">γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ</l><l n="782">χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ</l><l n="783">εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·</l><l n="784">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα</l><l n="785">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="786"><milestone ed="P" unit="para"/>Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις</l><l n="787">πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·</l><l n="788">οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι</l><l n="789">πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·</l><l n="790">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><l n="791">εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,</l><l n="792">ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς</l><l n="793">τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,</l><l n="794">δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·</l><l n="795">τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="796">ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,</l><l n="797">ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.</l><l n="798">ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,</l><l n="799">ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·</l><l n="800">λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν</l><l n="801">ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.</l><l n="802">Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·</l><l n="803">πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,</l><l n="804">ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·</l><l n="805">τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,</l><l n="806">τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.</l></q><l n="807"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,</l><l n="808">αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·</l><l n="809">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς</l><l n="810">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="811"><milestone ed="P" unit="para"/>ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη</l><l n="812">ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,</l><l n="813">τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,</l><l n="814">ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·</l><l n="815">ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.</l><l n="816"><milestone ed="P" unit="para"/>Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="817">Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l><l n="818">λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.</l><milestone ed="p" n="819" unit="card"/><l n="819"><milestone ed="P" unit="para"/>Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="820">Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη</l><l n="821">Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,</l><l n="822">οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="823">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="824"><milestone ed="P" unit="para"/>οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης</l><l n="825">ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο</l><l n="826">Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="827">Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.</l><l n="828"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ</l><l n="829">καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,</l><l n="830">τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ</l><l n="831">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="832">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="833">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="834">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="835"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο</l><l n="836">καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,</l><l n="837">τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,</l><l n="838">Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="839">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="840"><milestone ed="P" unit="para"/>Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων</l><l n="841">τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·</l><l n="842">τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,</l><l n="843">υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.</l><l n="844"><milestone ed="P" unit="para"/>αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως</l><l n="845">ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.</l><l n="846"><milestone ed="P" unit="para"/>Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων</l><l n="847">υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.</l><l n="848"><milestone ed="P" unit="para"/>αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους</l><l n="849">τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,</l><l n="850">Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.</l><l n="851"><milestone ed="P" unit="para"/>Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ</l><l n="852">ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,</l><l n="853">οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο</l><l n="854">ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον</l><l n="855">Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.</l><l n="856"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="857">τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.</l><milestone ed="p" n="858" unit="card"/><l n="858"><milestone ed="P" unit="para"/>Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·</l><l n="859">ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,</l><l n="860">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="861">ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.</l><l n="862"><milestone ed="P" unit="para"/>Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς</l><l n="863">τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.</l><l n="864"><milestone ed="P" unit="para"/>Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην</l><l n="865">υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,</l><l n="866">οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.</l><l n="867"><milestone ed="P" unit="para"/>Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,</l><l n="868">οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον</l><l n="869">Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·</l><l n="870">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,</l><l n="871">Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,</l><l n="872">ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη</l><l n="873">νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,</l><l n="874">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="875">ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.</l><l n="876"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων</l><l n="877">τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.</l></div><div type="textpart" subtype="Book" n="3"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,</l><l n="2">Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς</l><l n="3">ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·</l><l n="4">αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον</l><l n="5">κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων</l><l n="6">ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·</l><l n="7">ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.</l><l n="8">οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ</l><l n="9">ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.</l><l n="10"><milestone ed="P" unit="para"/>εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην</l><l n="11">ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,</l><l n="12">τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·</l><l n="13">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς</l><l n="14">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="15"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="16">Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς</l><l n="17">παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα</l><l n="18">καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ</l><l n="19">πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους</l><l n="20">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="21"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος</l><l n="22">ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,</l><l n="23">ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας</l><l n="24">εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="25">πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν</l><l n="26">σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·</l><l n="27">ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα</l><l n="28">ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·</l><l n="29">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="30"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς</l><l n="31">ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,</l><l n="32">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="33">ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη</l><l n="34">οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,</l><l n="35">ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,</l><l n="36">ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων</l><l n="37">δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.</l><milestone ed="p" n="38" unit="card"/><l n="38"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·</l><q><l n="39">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="40">αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·</l><l n="41">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν</l><l n="42">ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.</l><l n="43">ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="44">φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν</l><l n="45">εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.</l><l n="46">ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι</l><l n="47">πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,</l><l n="48">μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες</l><l n="49">ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων</l><l n="50">πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,</l><l n="51">δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;</l><l n="52">οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;</l><l n="53">γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·</l><l n="54">οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης</l><l n="55">ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.</l><l n="56">ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη</l><l n="57">λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.</l></q><l n="58"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="59">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·</l><l n="60">αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς</l><l n="61">ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ</l><l n="62">νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·</l><l n="63">ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·</l><l n="64">μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·</l><l n="65">οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="66">ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·</l><l n="67">νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="68">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="69">αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="70">συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·</l><l n="71">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="72">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="73">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="74">ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων</l><l n="75">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,</l><l n="77">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας</l><l n="78">μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="79">τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="80">ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·</l><l n="81">αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="82">ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·</l><l n="83">στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο</l><l n="85">ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="86">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="87">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.</l><l n="88">ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς</l><l n="89">τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="90">αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="91">οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.</l><l n="92">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται</l><l n="93">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="94">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.</l></q><l n="95"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="96">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="97">κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει</l><l n="98">θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη</l><l n="99">Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε</l><l n="100">εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·</l><l n="101">ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται</l><l n="102">τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.</l><l n="103">οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,</l><l n="104">Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·</l><l n="105">ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ</l><l n="106">αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,</l><l n="107">μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.</l><l n="108">αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·</l><l n="109">οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω</l><l n="110">λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.</l><milestone ed="p" n="111" unit="card"/></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε</l><l n="112">ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.</l><l n="113">καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,</l><l n="114">τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ</l><l n="115">πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·</l><l n="116">Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε</l><l n="117">καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·</l><l n="118">αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων</l><l n="119">νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν</l><l n="120">οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.</l><l n="121"><milestone ed="P" unit="para"/>Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν</l><l n="122">εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,</l><l n="123">τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων</l><l n="124">Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.</l><l n="125">τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε</l><l n="126">δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους</l><l n="127">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="128">οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·</l><l n="129">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="130">δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι</l><l n="131">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="132">οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα</l><l n="133">ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·</l><l n="134">οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,</l><l n="135">ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.</l><l n="136">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="137">μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·</l><l n="138">τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.</l></q><l n="139"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ</l><l n="140">ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·</l><l n="141">αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν</l><l n="142">ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα</l><l n="143">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,</l><l n="144">Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·</l><l n="145">αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.</l><milestone ed="p" n="146" unit="card"/><l n="146"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην</l><l n="147">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος</l><l n="148">Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω</l><l n="149">ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,</l><l n="150">γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ</l><l n="151">ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην</l><l n="152">δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·</l><l n="153">τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.</l><l n="154">οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,</l><l n="155">ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q><l n="156">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="157">τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·</l><l n="158">αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·</l><l n="159">ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,</l><l n="160">μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·</l><q><l n="162">δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,</l><l n="163">ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·</l><l n="164">οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν</l><l n="165">οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·</l><l n="166">ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς</l><l n="167">ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.</l><l n="168">ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,</l><l n="169">καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,</l><l n="170">οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.</l></q><l n="171"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="172">αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·</l><l n="173">ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο</l><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l><l n="178">οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="179">ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·</l><l n="180">δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·</l><q><l n="182">ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,</l><l n="183">ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.</l><l n="184">ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,</l><l n="185">ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους</l><l n="186">λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,</l><l n="187">οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·</l><l n="188">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην</l><l n="189">ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·</l><l n="190">ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.</l></q><milestone ed="p" n="191" unit="card"/><l n="191"><milestone ed="P" unit="para"/>δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·</l><q><l n="192">εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·</l><l n="193">μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="194">εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.</l><l n="195">τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="196">αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·</l><l n="197">ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,</l><l n="198">ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.</l></q></div></div></body></text></TEI>