καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.