οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων