<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="692">κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,</l><l n="693">υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·</l><l n="694">τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.</l><milestone ed="p" n="695" unit="card"/><l n="695"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα</l><l n="696">Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,</l><l n="697">ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,</l><l n="698">τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε</l><l n="699">ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.</l><l n="700">τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο</l><l n="701">καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ</l><l n="702">νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.</l><l n="726">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l></div></div></body></text></TEI>