<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="689">κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,</l><l n="690">τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας</l><l n="691">Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,</l><l n="692">κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,</l><l n="693">υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·</l><l n="694">τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.</l><milestone ed="p" n="695" unit="card"/><l n="695"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα</l><l n="696">Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,</l><l n="697">ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,</l><l n="698">τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε</l><l n="699">ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.</l><l n="700">τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο</l><l n="701">καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ</l><l n="702">νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.</l><l n="703">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="704">ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος</l><l n="705">Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο</l><l n="706">αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου</l><l n="707">ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων</l><l n="708">ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ</l><l n="709">δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·</l><l n="710">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="711"><milestone ed="P" unit="para"/>οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην</l><l n="712">Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,</l><l n="713">τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν</l><l n="714">Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν</l><l n="715">Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.</l><l n="716"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο</l><l n="717">καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,</l><l n="718">τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς</l><l n="719">ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα</l><l n="720">ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.</l><l n="721">ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων</l><l n="722">Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν</l><l n="723">ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·</l><l n="724">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον</l><l n="725">Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.</l><l n="726">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="727">ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,</l><l n="728">τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.</l><l n="729"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,</l><l n="730">οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,</l><l n="731">τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε</l></div></div></body></text></TEI>