κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε