Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,