<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="664">αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας</l><l n="665">βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι</l><l n="666">υἱέες υἱωνοί τε βίης Ἡρακληείης.</l><l n="667">αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·</l><l n="668">τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν</l><l n="669">ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,</l><l n="670">καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.</l><l n="671"><milestone ed="P" unit="para"/>Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας</l><l n="672">Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος</l><l n="673">Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε</l><l n="674">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·</l><l n="675">ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.</l><l n="676"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε</l><l n="677">καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,</l></div></div></body></text></TEI>