αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τε βίης Ἡρακληείης. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,