<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="655">οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες</l><l n="656">Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.</l><l n="657">τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="658">ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,</l><l n="659">τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος</l><l n="660">πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.</l><l n="661">Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,</l><l n="662">αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα</l><l n="663">ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·</l><l n="664">αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας</l><l n="665">βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι</l><l n="666">υἱέες υἱωνοί τε βίης Ἡρακληείης.</l><l n="667">αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·</l></div></div></body></text></TEI>