ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα