<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><q><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη</l><l n="77">Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,</l><l n="78">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="79">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l></q></div></div></body></text></TEI>