Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·