<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="645"><milestone ed="P" unit="para"/>Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="646">οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,</l><l n="647">Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον</l><l n="648">Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,</l><l n="649">ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.</l><l n="650">τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε</l><l n="651">Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·</l><l n="652">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε</l><l n="654">ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,</l><l n="655">οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες</l><l n="656">Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.</l><l n="657">τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="658">ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,</l><l n="659">τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος</l><l n="660">πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.</l><l n="661">Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,</l><l n="662">αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα</l><l n="663">ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·</l><l n="664">αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας</l><l n="665">βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι</l><l n="666">υἱέες υἱωνοί τε βίης Ἡρακληείης.</l><l n="667">αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·</l><l n="668">τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν</l><l n="669">ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,</l><l n="670">καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.</l><l n="671"><milestone ed="P" unit="para"/>Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας</l><l n="672">Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος</l><l n="673">Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε</l><l n="674">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·</l><l n="675">ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.</l><l n="676"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε</l><l n="677">καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,</l><l n="678">τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην</l><l n="679">Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·</l><l n="680">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="681"><milestone ed="P" unit="para"/>νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,</l><l n="682">οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,</l><l n="683">οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,</l><l n="684">Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,</l><l n="685">τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.</l><l n="686">ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·</l><l n="687">οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·</l><l n="688">κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="689">κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,</l><l n="690">τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας</l><l n="691">Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,</l><l n="692">κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,</l><l n="693">υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·</l><l n="694">τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.</l><milestone ed="p" n="695" unit="card"/><l n="695"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα</l><l n="696">Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,</l><l n="697">ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,</l><l n="698">τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε</l><l n="699">ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.</l><l n="700">τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο</l><l n="701">καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ</l><l n="702">νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.</l></div></div></body></text></TEI>