<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="642">οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·</l><l n="643">τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·</l><l n="644">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="645"><milestone ed="P" unit="para"/>Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="646">οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,</l><l n="647">Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον</l><l n="648">Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,</l><l n="649">ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.</l><l n="650">τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε</l><l n="651">Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·</l><l n="652">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε</l><l n="654">ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,</l><l n="655">οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες</l><l n="656">Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.</l><l n="657">τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="658">ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,</l><l n="659">τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος</l><l n="660">πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.</l><l n="661">Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,</l><l n="662">αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα</l><l n="663">ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·</l><l n="664">αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας</l><l n="665">βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι</l><l n="666">υἱέες υἱωνοί τε βίης Ἡρακληείης.</l><l n="667">αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·</l><l n="668">τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν</l><l n="669">ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,</l><l n="670">καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.</l><l n="671"><milestone ed="P" unit="para"/>Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας</l><l n="672">Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος</l><l n="673">Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε</l><l n="674">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·</l><l n="675">ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.</l><l n="676"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε</l><l n="677">καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,</l><l n="678">τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην</l><l n="679">Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·</l><l n="680">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="681"><milestone ed="P" unit="para"/>νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,</l><l n="682">οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,</l><l n="683">οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,</l><l n="684">Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,</l><l n="685">τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.</l><l n="686">ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·</l><l n="687">οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·</l><l n="688">κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="689">κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,</l><l n="690">τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας</l><l n="691">Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,</l><l n="692">κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,</l><l n="693">υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·</l><l n="694">τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.</l><milestone ed="p" n="695" unit="card"/><l n="695"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα</l><l n="696">Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,</l><l n="697">ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,</l><l n="698">τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε</l><l n="699">ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.</l><l n="700">τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο</l><l n="701">καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ</l><l n="702">νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.</l><l n="703">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="704">ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος</l><l n="705">Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο</l><l n="706">αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου</l><l n="707">ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων</l><l n="708">ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ</l><l n="709">δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·</l><l n="710">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="711"><milestone ed="P" unit="para"/>οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην</l><l n="712">Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,</l><l n="713">τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν</l><l n="714">Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν</l><l n="715">Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.</l><l n="716"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο</l><l n="717">καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,</l><l n="718">τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς</l><l n="719">ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα</l><l n="720">ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.</l><l n="721">ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων</l><l n="722">Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν</l><l n="723">ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·</l><l n="724">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον</l><l n="725">Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.</l><l n="726">οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·</l><l n="727">ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,</l><l n="728">τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.</l><l n="729"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,</l><l n="730">οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,</l><l n="731">τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε</l><l n="732">ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·</l><l n="733">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><milestone ed="p" n="734" unit="card"/><l n="734"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,</l><l n="735">οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,</l><l n="736">τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="737">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="738"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,</l><l n="739">Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,</l><l n="740">τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης</l><l n="741">υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·</l><l n="742">τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια</l><l n="743">ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,</l><l n="744">τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·</l><l n="745">οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος</l><l n="746">υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·</l><l n="747">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="748"><milestone ed="P" unit="para"/>Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·</l><l n="749">τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ</l><l n="750">οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,</l><l n="751">οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο</l><l n="752">ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,</l><l n="753">οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,</l><l n="754">ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·</l><l n="755">ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.</l><l n="756"><milestone ed="P" unit="para"/>Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,</l><l n="757">οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον</l></div></div></body></text></TEI>