<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="642">οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·</l><l n="643">τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·</l><l n="644">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="645"><milestone ed="P" unit="para"/>Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="646">οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,</l><l n="647">Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον</l><l n="648">Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,</l><l n="649">ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.</l><l n="650">τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε</l><l n="651">Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·</l><l n="652">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε</l><l n="654">ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,</l></div></div></body></text></TEI>