οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον