οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.