καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο· τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τε βίης Ἡρακληείης. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.